Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.238 Joseph. AJ 3.244 (English) >>Joseph. AJ 3.248

3.242συγκατακαίεται δὲ ταῦρος οὐχ ὑπὸ τοῦ δήμου προσαχθείς, ἀλλʼ ἐκ τῶν ἰδίων ἀναλωμάτων τοῦ ἀρχιερέως παρασχόντος· οὗ δὴ σφαγέντος εἰσκομίσας εἰς τὸν ναὸν τοῦ αἵματος ἅμα καὶ τοῦ ἐρίφου ῥαίνει τῷ δακτύλῳ τὸν ὄροφον ἑπτάκις, 3.243τοῦ δʼ αὐτοῦ καὶ τὸ ἔδαφος καὶ τοσαυτάκις εἰς τὸν ναὸν καὶ περὶ τὸν χρύσεον βωμὸν καὶ τὸ λοιπὸν περὶ τῷ μείζονι κομίσας εἰς τὸ αἴθριον· πρὸς τούτοις τὰς ἐξοχὰς καὶ τοὺς νεφροὺς καὶ τὴν πιμελὴν σὺν τῷ λοβῷ τοῦ ἥπατος ἐπιφέρουσι τῷ βωμῷ. παρέχεται δὲ καὶ κριὸν ἀρχιερεὺς ὁλοκαύτωσιν τῷ θεῷ. 3.244

Τῇ δὲ πέμπτῃ τοῦ αὐτοῦ μηνὸς καὶ δεκάτῃ τρεπομένου τὸ λοιπὸν τοῦ καιροῦ πρὸς τὴν χειμερινὴν ὥραν σκηνὰς πήγνυσθαι κελεύει κατὰ οἰκίαν ἕκαστον, τό τε κρύος ὑφορωμένους ἐπὶ φυλακῇ τοῦ ἔτους, 3.245ὅταν πατρίδων ἐπιτύχοιεν, παραγινομένους εἰς ἐκείνην τὴν πόλιν, ἣν διὰ τὸν ναὸν μητρόπολιν ἕξουσιν, ἐφʼ ἡμέρας ὀκτὼ ἑορτὴν ἄγοντας ὁλοκαυτεῖν τε καὶ θύειν τῷ θεῷ τότε χαριστήρια, φέροντας ἐν ταῖς χερσὶν εἰρεσιώνην μυρσίνης καὶ ἰτέας σὺν κράδῃ φοίνικος πεποιημένην τοῦ μήλου τοῦ τῆς περσέας προσόντος. 3.246εἶναι δὲ τῇ πρώτῃ τῶν ἡμερῶν τὴν τῆς ὁλοκαυτώσεως θυσίαν ἐκ τριῶν καὶ δέκα βοῶν καὶ ἀρνῶν ἑνὶ πλειόνων καὶ κριῶν δύο κατὰ παραίτησιν ἁμαρτιῶν ἐρίφου προστιθεμένου. ταῖς δʼ ἑξῆς ἡμέραις μὲν αὐτὸς ἀριθμὸς τῶν ἀρνῶν καὶ τῶν κριῶν σὺν τῷ ἐρίφῳ θύεται, ὑφαιροῦντες δὲ ἑκάστης ἡμέρας ἕνα τῶν βοῶν εἰς ἑπτὰ καταντῶσιν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.238 Joseph. AJ 3.244 (English) >>Joseph. AJ 3.248

Powered by PhiloLogic